Ancient Greek
1544
Damascius, De Principiis 1544
Unproofread scanNot analysed yet
πολλὰ περιέχον ἑνός τε εἶναι καὶ πολλῶν γεννητικόν. Ἄρα οὖν τὰ πολλὰ ἀπλῶς οὐχὶ τὰ πολλὰ εἴδη, οὐδὲ τὰ πολλὰ μέρη, οὐδὲ τὰ πολλὰ στοιχεῖα, ἀλλ’ αὐτὰ ἄπερ ἐστὶ πολλὰ μόνον καὶ πολλὰ ἀπλῶς, ἃ πρεσβύτερα ἀπεδείκνυμεν πρότερον τῶν ἄλλων πολλῶν; Ἄρα οὖν καὶ ἐκεῖνα ποιεῖν τὸ ἔξω πλῆθος ἀνάλογον ἑαυτοῖς; εἰ δὲ ἐν τῷ νοητῷ ἐκεῖνα, καὶ τοῦ