Ancient Greek
1546
Damascius, De Principiis 1546
Unproofread scanNot analysed yet
ὁμοιομερῆ τὴν δοκοῦσαν διαίρεσιν ποιησάμενος καὶ τὴν ἑτερότητα τὴν πρώτην κατωτέρω παραγαγών, καὶ τὸν ἀριθμὸν τὸν πρῶτον μετὰ τῆς ἑτερότητος ταύτης καὶ διὰ ταύτης ὑποσησάμενος. Εἰκότως· ὅπου γὰρ ἑτερότης, ἐκεῖ διορισμός, ὅπου δὲ οὗτος, οὐχὶ ὁ εἰδητικός· οὐδὲ γὰρ ὁ διορισμὸς εἰδητικός, οὐδὲ ἡ ἑτερότης, οἷα ἡ ἀντικειμένη ταυτότητι. Ἀμέλει οὐδέ ἐστιν ἐκεῖ σὺν αὐτῇ ταυτότης, ἀλλ’ οὐδὲ ἡ τὰ