Ancient Greek
1553
Damascius, De Principiis 1553
Unproofread scanNot analysed yet
τὸ βάθος ἐν ταῖς προόδοις. Οὕτω δὴ καὶ τὸ ἡνωμένον πλῆθος ἀδιάφορόν ἐστι καὶ μόνον πλῆθος τῶν πολλῶν, ἐκάστου μὴ διαιρουμένου καθ’ ἕνωσιν, οὐ κατὰ κράσιν· αὕτη μὲν γὰρ ἦν τῶν διαφερόντων στοιχείων, ἡ δὲ ἕνωσις τῶν ἀδιαφόρων πολλῶν. Διόπερ αὕτη μὲν ἡμῖν ἐποίει τὸ ἡνωμένον, ἐκείνη δὲ τὸ στοιχειωτόν· διόπερ ἡ μὴν πρόοδος τοῦ στοιχειωτοῦ καὶ ἔξω προῆλθεν κατὰ