Ancient Greek
1558
Damascius, De Principiis 1558
Unproofread scanNot analysed yet
ἔχομεν καὶ τὸ νοητὸν τριτλῇ διελεῖν εἰς πρῶτον καὶ μέσον καὶ ἔσχατον, ἢ εἰς οὐσίαν καὶ ζωὴν καὶ νοῦν, ἢ εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν, ἢ ὅπως ἄλλως ἐθέλοι τις λέγειν. Εἰ δὲ καὶ τὰς τρεῖς τριάδας τὰς νοητὰς ἐν νῷ βαλοίμεθα, πολλαχῇ ἂν εἴη τὸ ἡνωμένον διηρημένον, ἐπεὶ καὶ ὁ Πλάτων τρεῖς τάξεις ἡμῖν παραδέδωκε τοῦ νοητοῦ κατὰ