Ancient Greek
1561
Damascius, De Principiis 1561
Unproofread scanNot analysed yet
τί Θαυμαστὸν ὅτε καὶ περὶ τῶν μέσων διακόσμων ἀπὸ τῶν νοερῶν ἐν- δείκνυσθαι προθυμούμεθα; πάντα γὰρ εἰδητικὰ νοοῦμεν, ἴσως δὲ καὶ ψυχικά. Οὐκ ἔστιν οὖν τὸ ἡνωμένον διηρημένον, ὅ γε οὐδὲ διαιρούμενον· αὐτὸ γὰρ ἔστι τὸ μόνως ἡνωμένον καὶ πρώτως. Οὐκ ἄρα οὐδὲ πολλά ἐκεῖ εἴδη, οὐδὲ μέρη, οὐδὲ στοιχεῖα· διόπερ οὐδὲ πρόοδος οὔτε εἴσω οὔτε ἐκτὸς κατὰ ἀλήθειαν, ὅθεν