Ancient Greek
1565
Damascius, De Principiis 1565
Unproofread scanNot analysed yet
χρὴ ἐννοεῖν, ὅτι πᾶς κόσμος αὐτὸς ἐν ἑαυτῷ προελθὼν ἄχρι ὅσου πεφύκῃ προῖέναι, ἔπειτα χώραν ὑποστάσεως παρέσχετο τῷ μετ’ αὐτόν, οὐκέτι δὲ καὶ εἰς τοῦτον αὐτὸς καταβέβηκεν, οἷον ὁ τῆς ψυχικῆς οὐσίας κόσμος ἄχρι τινὸς προελθὼν ἔστιν, καὶ τὸ ἐντεῦθεν ὁ σω- ματικὸς διεδέξατο κόσμος. Οὕτω δὲ καὶ ὁ νοερὸς εἰς τὸν ψυχικὸν ἐτελεύτησεν, καὶ δὴ καὶ εἰς τὸν νοερὸν