Ancient Greek
1588 to 1590
Damascius, De Principiis 1588-1590
Unproofread scanNot analysed yet
ὑποστάσεων, ἀλλὰ τῶν ἐλλαμπομένων ἀπὸ τοῦ μόνου Θεοῦ, καὶ ταῖς οὐσίαις ἐνδιδομένων Θεώσεων. ὅπερ οὖν λέγω πολλάκις, ἐπιζητεῖ ὁ λόγος περὶ ἑκάστου ἀριθμοῦ τοῦ ὑπὸ ἑκάστην ἀρχικὴν μονάδα λεγομένου τετάχθαι, πότερον αὐτοτελὴς ἐστί, ἢ μόνον κατ’ ἔλλαμψιν πληθυόμενος. Διτὴ δὲ καὶ ἡ ἐλάμψις, ἡ μὲν ἀπῃωρημένη τοῦ ἐλλάμποντος, καὶ ἐκείνῳ συνοῦσα κατὰ μίαν συνέχειαν, ἡ δὲ ἐμφυομένη τῷ ἐλλαμπομένῳ καὶ ἐκείνου γιγνομένη, καὶ ἐν ὑποκειμένῳ αὐτῷ ὑφιστάμενη. Ζητητέον οὖν ποτέρως ὑποθησόμεθα τὰς ἐλλάμψεις, εἰ τις αὐτὰς ἀντὶ τῶν ὑποστάσεων παραδέχοιτο τῶν αὐτοτελῶν. Διωρίσθω δὲ καὶ τοῦτο πρότερον, ὡς ἡ μὲν αὐτοτελὴς ὑπόστασις κρείττων ἐστὶ τῆς ὁμοταγοῦς ἐλλάμψεως, οἷον τὸ ἡλίου φῶς, εἰ καθ’ αὐτὸ ὑφεσθῆκει καὶ μὴ ἢ ἑτέρου τινὸς ἀπαιώρημα, καὶ οὐσία τις ἦν, ἀλλὰ μὴ τρόπον τινὰ τῆς οὐσίας ἐνέργεια, καὶ αὐτάρκης ἐφ’ ἑαυτοῦ ἐστώς, ἀλλὰ μὴ τῷ ἑτέρου εἶναι συνουσιωμένον κρεῖττον ἀνωμόλογητο. Δῆλον δὲ ὅτι καὶ ἡ τοιάδε ἐλλαμψις ἀμείνων ἐστὶ τῆς ἑτέρας· αὕτη μὲν γάρ, εἰ καὶ τινὸς ἑτέρου ἐστί, ἀλλὰ τοῦ κρείττονος, αὐτοῦ τε τοῦ ἐλλάμποντος, ἐκείνη δὲ τοῦ χειρόνου, τοῦ γὰρ ἐλλαμπομένου· καὶ ἡ μὲν χωριστή, ἡ δὲ ἐν ὑποκειμένῳ