Ancient Greek
1598
Damascius, De Principiis 1598
Unproofread scanNot analysed yet
οὐκ ἄρα ὡς αἱ ἀνθρώπιναι ψυχαὶ τῆς ὅλης εἰσὶν ἀποφύσεις· αὐτοτελεῖς ἄρα καὶ ἐφ’ ἑαυτῶν ἰδρυμέναι, καὶ ἐν ἑαυταῖς ἑαυτῶν οὖσαι καὶ οὐχ ἑτέρων, ὅπερ εἰσὶν αὐτεξούσιοι καὶ αὐτοκίνητοι ὡς ἀληθῶς. Εἰ δὲ τὸ ἀνθρώπειον σῶμα ἔχει μὲν καὶ τὴν ἐν αὐτῷ κατερριζωμένην ἐμψυχίαν, ἔχει δὲ παρὰ ταύτης τὴν ἐμπνέουσαν αὐτοτελῆ ταύτην ψυχήν, ψυχοῦται δὲ ὡς καὶ ὑπὸ τῆς τοῦ