Ancient Greek
1601
Damascius, De Principiis 1601
Unproofread scanNot analysed yet
μεταξὺ τῆς μιᾶς καὶ τῶν εἰς ἔσχατον μεμερισμένων; πῶς γὰρ οἷόν τε ἦν ἀπὸ τῆς ὅλης προελθεῖν τὰς μερικωτέρας ἁπασῶν ψυχῶν ἄνευ τῶν μέσων ὧληρωμάτων; μάτων; ἀνάγκη ἄρα ἕκαστον ἔμψυχον οἰκείαν αὐτοτελεῖ κεκλῆσθαι ψυχήν. Εἰ δὲ τις καὶ ἀκριβολογούμενος διτλὴν εἶναι φαίη τὴν ἀπὸ τῆς ὅλης καὶ μιᾶς ψυχῆς ζωοποιίαν, τὴν μὲν προλαμβάνουσαν τὴν ἴδιον, οἷα ζωοποιεῖ καὶ τὰ ἄψυχα