Ancient Greek
1615
Damascius, De Principiis 1615
Unproofread scanNot analysed yet
γὰρ κυρίως τοῦτό ἐστι τὸ κινοῦν. Τί γὰρ μᾶλλον κινοῦν ἢ κινούμενον τὸ αὐτό; καὶ τί μᾶλλον τῶν ἀκινήτων ἢ τῶν κινουμένων εἶναι λέγοιτο; κἂν ἑαυτὸ γὰρ μεταβάλῃ, μεταβάλλεται ὅμως· οὐκ ἄρα ἀκίνητον ὡς ἀληθῶς. Δεῖ ἄρα πρὸ τοῦ αὐτοκινήτου τὸ ἀκίνητον, ὃ πάλιν τριτλὸν ἂν εἴη τὴν φύσιν· δύναται γὰρ ἀκίνητον εἶναι παντελῶς ὁ νοῦς, ἢ ζωή, ἢ οὐσία·