Ancient Greek
1617
Damascius, De Principiis 1617
Unproofread scanNot analysed yet
ἡ τάξις, ἔστι δὲ πρὸ τούτων καὶ ἀναπαρατεινόμενον πᾶσι τὸ ἕν· οὐ γὰρ ταῦτόν ἐν καὶ ἡνωμένον· τοῦτο γὰρ ἦν τὸ ἀδιάκριτον. Τούτων δὲ εἰς τοσοῦτον ὑπεμνησμένων, ἡ ζήτησις ἡμῖν προκείσθω τῶν ὑφ’ ἕκαστον γένος, οἷον πολλῶν εἰδῶν, εἰ καὶ ταῦτα πρὸς τοῖς κοινοῖς ἀναγκάσει τις λόγος· προδιοριστέον δὲ καὶ ταῦτα πρὸς τούτοις εἰρημένοις, ἐν μὲν ὅτι τὰ μέρη τῷ