Ancient Greek
1619
Damascius, De Principiis 1619
Unproofread scanNot analysed yet
τὸ μὲν καὶ αὐτὸ ἀνθρώπινον, τὸ δὲ δαιμόνιον, τὸ δὲ θεῖον· ὁμοίως δὲ ἔχει καὶ λόγος ἕκαστος ὁ ἑκάστη· καὶ τὸ αὐτοκίνητον ἄρα ἄλλο καὶ ἄλλο κατ’ εἶδος, ὥστε καὶ τὸ φαινόμενον αὐτοκίνητον εἴδει διάφορον, τὸ ἀπὸ τῆς ἄλλης καὶ ἄλλης καθῆκον. Οὐκοῦν καὶ ἀντιστρέψαντι ῥητέον ὅτι τὰ φαινόμενα διάφορα κατ’ εἶδος ὄντα ἀπὸ διαφόρων κατ’ εἶδος ἀληθινῶν προέρχεται· ὥστε