Ancient Greek
1621
Damascius, De Principiis 1621
Unproofread scanNot analysed yet
γίνεται, ὡς ἑκάστη εἰκὼν διαφέρουσα κατ’ εἶδος ὅλον τοῦ οἰκείου παραδείγματος. Εἰ δὴ ἕκαστον ἔμψυχον φαινόμενον ἔστιν αὐτοκίνητον, καὶ οὐ ταὐτὸν εἴδει ἕκαστον, σαφὲς ὅτι καὶ τὰ ἀληθῶς αὐτοκίνητα πολλὰ εἴδη ἔσται· πολλαὶ ἄρα αἱ ψυχαί. Ἄλλ’ ἴσως ὡς πολλὰ παραδείγματα ἐν τῷ ἐνὶ νῷ, οὕτω πολλαὶ ψυχαὶ οἱ πολλοὶ ψυχικοὶ λόγοι, διωρισμένοι κατ’ εἶδος ἐν τῇ μιᾷ ψυχῇ τῇ