Ancient Greek
1628
Damascius, De Principiis 1628
Unproofread scanNot analysed yet
τὸ ἔμψυχον, σαφὲς ὅτι σύνεσλιν αὐτῷ ὡς τῷ ὀργάνῳ τὸ χρώμενον· τοῦτο δὲ ἐστιν ἡ ἑκάστου λογικὴ ψυχὴ κατὰ σύνταξιν ὁρωμένη πρὸς τὸ οἰκεῖον ὄργανον, ὅ δὴ καὶ ὄχημα καλοῦμεν. Πολλαὶ ἄρα ψυχαὶ τῶν πολλῶν ἐμψύχων ἠγοῦνται, αἱ διαφέρουσαι εἴδει ἀλλήλων τῶν εἴδει ἀλλήλων διαφερόντων, αἱ ἀληθῶς αὐτοκίνητοι τῶν φαινομένων αὐτοκινήτων. Ἄναξθι δὴ ἀπὸ τοῦ αὐτοκινήτου ἐπὶ τὸ ἀκίνητον, ὥσπερ