Ancient Greek
164
Damascius, De Principiis 164
Unproofread scanNot analysed yet
οὐδὲ ταύτης τι φθεγγομένης, ἀλλὰ τὸ μὴ φθέγγεσθαι ἀγαπώσης καὶ ταύτῃ σεβομένης ἐκείνην τὴν ἀμήχανον ἀγνοσίαν. Ἔστι μὲν οὖν καὶ οὗτος τρόπος ἀναβάσεως τῆς ἐπὶ τὸ πρῶτον οὕτω λεγόμενον, μᾶλλον δὲ τὸ πάντων ἐπέκεινα τῶν ὁπωσδήποτε τιθεμένων ἔστι Ρ. δὲ καὶ οὗτος ἕτερος, οὐ τὸ ἀνενδεὲς τοῦ χείρονος προτιμῶν τοῦ ἐνδεοῦς, ἀλλὰ τὸ ἐνδεὲς τοῦ κρείττονος ἐν δευτέρῳ τιθέμενος