Ancient Greek
1643
Damascius, De Principiis 1643
Unproofread scanNot analysed yet
κατὰ πᾶν φαινόμενον ἀκίνητον, καὶ ἀληθὲς ὑποθησό-5 μεθα. Οὕτω γὰρ ἔσται καὶ τῆς ἐμῆς ψυχῆς ἴδιος νοῦς αὐτοτελῆς. Καὶ τί γὰρ οὔχι, φαίη τις ἂν, εἴπερ καὶ κατὰ ἔμψυχον ἕκαστον, λέγω δὲ καθ’ ἕκαστον φαινόμενον αὐτοκίνητον, ἔστι ψυχή τις αὐτοτελὴς ἴδιος; Ἀλλὰ τοῦτο μὲν ἡμᾶς περιμενέτω ἐζητημένον. Νῦν δὲ πάλιν ἐκεῖνα προσεξετάσωμεν, εἰ μὴ μόνον δείκνυσιν ὁ 1ο λόγος πολλοὺς