Ancient Greek
1646
Damascius, De Principiis 1646
Unproofread scanNot analysed yet
τοὐναντίον ἐπὶ τοὺς μεθεκτούς. Καὶ γὰρ ἀπὸ τῶν ἐμψύχων ἀνηγόμεθα κατὰ λόγον ἐπὶ τὰς συντεταγμένας τούτοις καὶ μετεχομένας ὑπὸ τούτων ψυχάς· καὶ πῶς γὰρ εἰκὸς ἦν ἀπὸ τῶν ἐνδιδομένων ἀνιόντας μὴ ἐπὶ τούτοις ἀνελθεῖν τοὺς ἐνδιδόντας· ἐνδιδόασι δὲ τὸ μὲν ἔμψυχον τοῖς φυσικοῖς εἴδεσιν αἱ συνηρτημέναι ψυχαί, καὶ προσεχῶς αὐτῶν ἐπιβατεύουσαι, τὸ δὲ ἔννουν ταῖς ψυχαῖς οἱ συνεζευγμένοι αὐταῖς ὁμότροποι