Ancient Greek
1651
Damascius, De Principiis 1651
Unproofread scanNot analysed yet
καὶ Θεοὺς αἰσθητοὺς καὶ Θεοὺς ἐνύλους τρόπον δὴ τινα καλοῦμεν τοὺς ἐσχάτους Θεούς, οὐ δήπου ὡς οἱ φιλόσοφοι δοκοῦσι λέγειν, ἀπὸ τῶν ἐσχάτων ὀχημάτων εἰδοποιουμένους· οὐδὲν γὰρ ἀπὸ τοῦ χείρονος οὔτε χαρακτηρίζεται οὔτε ὀνομάζεται κατὰ δίκην· ἀλλ’ ὅτι πανταχοῦ πρὸ τῶν ἄλλων αἱ ἐνάδες τὰς ἰδιότητας προβαλλόμεναι μεταδιδόασι τούτων καὶ τοῖς οἰκείοις ὀχήμασιν· ὥστε πρῶτοι οἱ Θεοὶ γεγόνασιν ἐγκόσμιοι τε