Ancient Greek
1661
Damascius, De Principiis 1661
Unproofread scanNot analysed yet
ὁμοειδὴς ἀριθμὸς τῇ οἰκείᾳ μονάδι· οὕτως ἄρα καὶ τὸ ἀκίνητον διελοῦμεν τριχῇ. Ἐπεὶ γὰρ ὁ νοῦς διακεκριμένον τί ἐστι καὶ περιγεγραμμένον αὐτὸς τε καὶ τὰ ἐν αὐτῷ, οὐ μὴν διαπεφορημένον ἀτεχνῶς, ἀλλὰ τῇ συναγόμενον, ἐν τῷ διακρίνεσθαι ἔχων τὸ εἶναι, καί, ἵνα σαφέστερον εἴπω, ἐπειδὴ νοῦς ὤν ἔχει ζωήν, ἡ δὴ ζωὴ νοερὰ πῶς ἐστὶ καὶ οὐ μόνον ζωὴ ἀκραφινής,