Ancient Greek
1663
Damascius, De Principiis 1663
Unproofread scanNot analysed yet
ταύτης εἶναι τὴν ἀληθῶς οὐσίαν, καὶ μόνην οὐσίαν, καὶ τελέως ἠνωμένην. Καὶ δῆλον ὅτι οὐ μόνον τὰς μονάδας οὕτως ἔχειν τάξεως πρὸς ἀλλήλας, ἀλλὰ καὶ τὰ πλήθη, καὶ οὐ μόνον τὸ μεθεκτὸν ἀναβαίνοντι ἀπὸ τῶν πολλῶν νόων ἐπὶ τὸ τῶν μεθεκτῶν ζώων πλῆθος, ἀλλὰ καὶ ἀπὸ τούτων ἐπὶ τὸ ἀμέθεκτον πλῆθος. Ὁμοίως δὲ καὶ ἐπὶ τῶν οὐσιῶν· ὁ γὰρ αὐτὸς