Ancient Greek
1675
Damascius, De Principiis 1675
Unproofread scanNot analysed yet
δὲ τὸ τοιοῦτον συντάπτεται τοῖς αὐτοῦ μετέχουσι. Περὶ μὲν δὴ τῆς πρώτης αἰτίας τί δεῖ ἀπομηνῦνειν, οὐδὲν ἄλλο κοινὸν πρὸς τὰ ἄλλα πάντα ἔχουσης; ἢ τοῦτο μόνον ὅτι πάντων ἐξῃρῆται, καὶ πάντων αἰτία ἐστίν, οὐδὲ τὸ αἰτία διωρισμένον ἔχουσα παρὰ τὸ ἐν. Ἀλλὰ διὰ τί τὸ ἡνωμένον οὐκ ἂν προέλθοι εἰς διπλὸν ἄφ’ ἑαυτοῦ παραγόμενον πλήθος, ἀμέθεκτόν τε καὶ μεθεκτόν;