Ancient Greek
1682 to 1683
Damascius, De Principiis 1682-1683
Unproofread scanNot analysed yet
ἀλλ’ οὔχ ὁ διακρίνεται ὁπωσοῦν. Τοιοῦτον δὴ οὖν τὸ ἡνωμένον τοῦτο ἕν, ὡς ἂν εἰς πρόοδόν 1ο τινα διακρίνοιτο; ἢ ἕν ἑαυτῷ ἢ ἀφ’ ἑαυτοῦ, ἢ ἀμέθεκτον, ἢ μεθεκτόν; ἢ πόθεν ἔξει τὰς τοιαύτας διαφορὰς, μηδενὸς ἐκεῖ σιάντος καθ’ ἑαυτό; μὴ τοίνυν μηδὲ διαφορὰς ἢ ἑτερότητος ἢ διακρίσεως, ἢ προόδου, ἢ ὑφέσεως ἢ ὑπεροχῆς, ἢ γεννῶντος ἢ γεννωμένου, ἢ ἄλλου ὁποιοῦν πρὸς ἄλλο διακριθέντος ἢ διακρινομένου, ἢ μένοντος ἐν ἑαυτῷ, ἢ ὁπώσποτε ἄλλως διοριζομένων τῶν τοιούτων· πάντα γὰρ καταπέπωκεν ἢ τοῦ ἡνωμένου φύσις εἰς μίαν τῶν πάντων ἕνωσιν, ὥσπερ, εἰ Θεμιτὸν εἰπεῖν, αὐτὸ τὸ ἕν εἰς μίαν τῶν ἀπάντων ἀπλότητα. Τὸ μὲν οὖν ἀληθὲς ὧδε ἔχειν πείθομαι παντὸς μᾶλλον, καὶ ὁ Ἰάμβλιχος πολλαχοῦ πολλὰς ἀναγκάζων ἡμῖν τὰς πολλὰς