Ancient Greek
1685
Damascius, De Principiis 1685
Unproofread scanNot analysed yet
συγκεχυμένα, πρὸς γε τὴν ἡμετέραν ἐπιβολήν, ἐπιχειρήσαντες οὖν τὴν φύσιν ἐκείνην συνελεῖν οὕτως ὡς ἔχομεν, οὕτω συννημένοι κατὰ τὴν μίαν νόησιν, ἣν κέντρον ἐλέγομεν πασῶν τῶν νοήσεων, διχῇ τὴν πρώτην διέσλημεν περὶ τὴν ἀδιάστατον ἕνωσιν, ὡς μὲν αὐτὴν ἡνωμένην, ὡς δὲ πεπληθυσμένην ἰδόντες, οὔχ οὕτω δέον· οὐδὲ γὰρ ἄλλο μὲν αὐτῆς τὸ ἡνωμένον, ἄλλο δὲ τὸ πεπληθυσμένον, ἀλλὰ καὶ ταῦτα