Ancient Greek
1688 to 1689
Damascius, De Principiis 1688-1689
Unproofread scanNot analysed yet
ὁρῶντες προερχομένους ἀπὸ τοῦ ὡς ἀληθῶς ὑπερκόσμου βυθοῦ, καὶ τὸν βυθὸν ἐκεῖνον κρύφιον κόσμον κεκλήκαμεν, συνηρηκότα ἐν αὐτῷ πάντας τοὺς κόσμους, οἷον κόσμον ὄντα τῶν κόσμων ἀπάντων, ἢ μᾶλλον ὠδῖνα αὐτῶν ἀδιάκριτον, οὔπω μὲν ἀνεχομένην τῆς κοσμικῆς ἰδέας, ὅμως δὲ προωδίνουσαν αὐτὴν ἀτεχνῶς· ἔστι γάρ, εἰ θέμις εἰπεῖν, τοῦ πάντων αἰτίου, καὶ πρὸ πάντων ὠδὶς μία κοινὴ καὶ ἀδιάκριτος τῶν ἀπ’ αὐτῆς ὅλων καὶ πάντων τόκων προτεταγμένη τῶν νοητῶν, ὃ δὴ φαμεν καὶ ἡνωμένον μεθόριον τῶν κόσμων, ὅσοι ποτὲ εἰσι, καὶ τῶν ἐν αὐτοῖς περιεχομένων ὡληρωμάτων, καὶ ἄνωθεν τῆς μιᾶς ἐξηρημένης ἀπλότητος. Ἐπεὶ οὖν κατὰ τοσοῦτόν γε κόσμον ὑπενοήσαμεν εἶναι τὸν ὑπέρκοσμον βυθὸν ὄντα τῷ ὄντι, διὰ δὴ τοῦτο καὶ τάξις ἡμῶν τῇ ἐννοίᾳ ταύτῃ συνεισἐδραμεν πρώτων καὶ