Ancient Greek
1691
Damascius, De Principiis 1691
Unproofread scanNot analysed yet
ταύτης ὠδῖνα, τὴν ἐκεῖ λεγομένην τριχῇ διαίρεσιν, καὶ εἰ τι τῆς ὠδῖνος ἐνοειδέστερον, οἷον σπερματικῶς, τὸ γὰρ δὴ σπέρμα τῆς ὠδῖνος ἀμερέστερον, ἢ καὶ τῆς σπερματικῆς ἀναλογίας ἐπέκεινα· καὶ γὰρ ἀπάσης τῆς ὁπωσοῦν διακρινομένης, ταύτης οὖν ἐπιλαβέσθαι βουλόμενοι τῆς ἀδιορίστου βυθίας ὄντως τῶν πάντων περιοχῆς ἐμερίσθημεν τε καὶ περὶ αὐτήν, καὶ φοβηθέντες τὸν τῶν ἡμετέρων ἐννοιῶν σπαραγμὸν δεινὸν τε καὶ