Ancient Greek
1697 to 1699
Damascius, De Principiis 1697-1699
Unproofread scanNot analysed yet
ἑκατέραν τὴν κεχωρισμένην εἰς τὸ ἑνιαῖον καὶ οὐσιῶδες ἀπλῶς οὔσα καὶ πρώτη ζωή· καὶ ἡ οὐσία δὴ τὸν αὐτὸν τρόπον πρὸ ἑκατέρας τινὸς οὔσης ἀπλῶς οὔσα οὐσία· κατὰ γὰρ τὸ συναμφότερον ὁ πρὸ ἑκατέρου πάντως ἐσλὶ, καὶ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ τὰ ἐν τούτοις, καὶ ἀπὸ τούτων διακρινόμενα πάντα ἐκεῖ συνήρτηται κατὰ τὸ συναμφότερον· «πάντα ἐστὶ γάρ, ἀλλὰ νοητῶς,» φησὶ τὸ λόγιον. Διὰ τί οὖν μὴ καὶ εἰς πάντα διαιρεῖται ἀναλόγως; ἢ ὅτι οὐδ’ εἰς ταῦτα κατὰ ἀλήθειαν, ἐσλὶ ἔστι δὲ ὅμως πάντα ἐκεῖ τὸν ἀδιάκριτον τρόπον· εἰ δὲ ἀναγκαῖον ἐκφαίνεσθαι ἐκεῖ, τὰ πρῶτα ἂν μᾶλλον ἐκφαίνοιτο. Καὶ ταῦτα ἂν εἴη πρὸς γοῦν τὴν ἀναλογίαν ἕτοιμα, ὅσα γενικώτατα καὶ ἀπλούσιλατα καὶ θειότατα καὶ πρῶτα θρασύτητα μὴ δὲ οὖσα πρὸς γοῦν τυγχάνει ὄντα τῶν ἀπὸ τοῦ νοητοῦ προιόντων· οὐ γὰρ ἂν πρῶτα ἐφάνη, εἰ μὴ καὶ ἐκεῖ ἐν τῇ ὠδῖνι προεβέβλητο τῶν ἄλλων οὐ κατὰ τὴν πλείω διάκρισιν ἑαυτῶν, ἥνωται γὰρ μάλιστα πάντων, ἀλλὰ κατὰ τὴν ἄκραν ἑαυτῶν τελειότητα, καὶ τρόπον τινὰ νοητήν, καὶ διὰ τοῦτο ἀρκοῦσαν τῷ νοητῷ συνυφίστασθαι καὶ ὡν συνεμφαίνεσθαι καὶ μὴ ἐγκρύπτεσθαι