Ancient Greek
1709
Damascius, De Principiis 1709
Unproofread scanNot analysed yet
κόσμος, εἰ δεῖ κόσμον ὀνομάζειν τὸ ἡνωμένον καὶ ὑπέρκοσμον τῷ ὄντι βυθόν. Οὐ γὰρ ὡς ἐπὶ νοῦ καὶ ζωῆς καὶ οὐσίας ἄλλη μὲν ἡ πρώτη οὐσία, ἄλλη δὲ τὸ πλῆθος τὸ ἀπ’ αὐτῆς διακρινόμενον. Καλεῖται δὲ κόσμος οὐσιώδης τὸ συναμφότερον, καὶ ζωή μία, καὶ πολλαὶ μετὰ τὴν μίαν· κόσμος δὲ ἔστιν ἄμα τῇ μιᾷ αἱ πολλαί· καὶ νοῦς ὁμοίως,