Ancient Greek
1713
Damascius, De Principiis 1713
Unproofread scanNot analysed yet
διακεκριμένον, ἄπειρον πλῆθος, εἰ καὶ ἀεὶ τῷ ἑτέρῳ τὸ ἕτερον σύνδρομον· εἰς γὰρ ἑνώματα ἡ διάκρισις ἐγένετο τοῦ ἡνωμένου κατὰ τὸ αὐτοῦ πέρας· ὥστε οὐκ ἐδυνήθη παραλῦσαι τὴν τοῦ ἡνωμένου φύσιν οὐδὲ ἡ ἔκει φανεῖσα διάκρισις, ἀλλὰ καὶ ἐπιχειρήσασα τῷ λόγῳ διήλεγξεν ἑαυτὴν οὐκ οὖσαν διάκρισιν· ἠνώθη γὰρ μᾶλλον ἢ διέκρινεν· μᾶλλον δὲ ἤνωσεν τὸ πλῆθος ἢ διέκρινεν. Τὰ γοῦν