Ancient Greek
1719
Damascius, De Principiis 1719
Unproofread scanNot analysed yet
οἷον στοιχεῖα· οὐ γὰρ διώρισται πως εἰς μερικὰς καὶ στοιχειώδεις διαφορὰς, οὐδὲ συγκέκραται, ἀλλ’ ἦνται πρὸ πάσης διακρίσεως, ὥστε καὶ τὸ πλάτος ἐκεῖ καὶ τὸ βάθος ἀδιάκριτον παντελῶς, ὡς κατ’ ἐνέργειαν εἰπεῖν καὶ κατ’ ἀλήθειαν· ὡς δὲ δυνάμει καὶ ὡς κατ’ ἀναλογίαν ἔστω καὶ πλάτος καὶ βάθος ἑκάτερον ἐπίσης συννηρημένον, οὐκ εἰς σύγκρασιν, ἀλλ’ εἰς ἕνωσιν παντελῆ. ὅπερ οὖν