Ancient Greek
1721
Damascius, De Principiis 1721
Unproofread scanNot analysed yet
μὲν τὸ μεθεκτόν, ἄλλο δὲ τὸ ἀμέθεκτον· συνή ρηται γὰρ καὶ αὐτά, δύο ὄντα πλήθη, εἰς ἓν τὸ ἀπλῶς τε καὶ ἠνωμένον, πλῆθος ὁποσοῦν λεγόμενον. Τὸ γὰρ αὐτὸ καὶ πᾶσιν ἐποχεῖται καὶ πάντων ἐξήρρηται· οὐ γὰρ ἀντιδήρηται τὸ μεθεκτὸν τῷ ἀμεθέκτῳ, ἀλλὰ πρὸ τῆς ἀντιδιαιρέσεως τεταγμένον τὴν συναμφότερον ἔχει δύναμιν, πρὸ ἀμφοῖν, ὡς ταὐτὸν ὄν, καὶ μεθεκτὸν εἶναι καὶ ἀμέθεκτον.