Ancient Greek
1730 to 1731
Damascius, De Principiis 1730-1731
Unproofread scanNot analysed yet
τὰ κέρματα τῆς οὐσίας καὶ τοῦ ἑνός· τὸ δὲ μεῖζον τεκμήριον, ἐν τῷ ἡνωμένῳ κατὰ τὴν ἀρχὴν εὐθὺς τῆς δευτέρας ὑποθέσεως τὸ τε ἕν ὑποτίθεται μετέχειν τοῦ ἑνός, καὶ τὸ ἕν τοῦ ὄντος. Εἰ δὲ ἐν τῷ ἡνωμένῳ ἀντιμετέχει ἀλλήλων, ὡς δοκεῖ, πάντως ὅτι καὶ διακριθέντα ἀντιμετέχει ἀλλήλων, ὡς λέγεσθαι τὸ ἕν οὐσιῶδες, καὶ τὸ ὂν ὁμοειδές. Ὅτι μὲν οὖν οὐ κατὰ τὴν Πλάτωνος γνώμην εἴρηται τὰ πρότερα, φανερὸν ἐκ τούτων. Φέρε δὲ καὶ ἐξ αὐτῶν τῶν πραγμάτων ἐπιχειρήσωμεν τῷ ἐναντίῳ λόγῳ συνηγορεῖν. Πρῶτον μὲν οὖν τὸ ἀπλῶς ἕν σοῦ ζησόμεθα εἶναι; οὔτε γὰρ ἐν τῷ νοητῷ, τοῦτο γὰρ ἦν τὸ ἠνωμένον, οὔτε ἐν τῷ νοητῷ καὶ νοερῷ· τούτου γὰρ ἡ ὄντως οὐσία τὸν τόπον ἐπέχει κατὰ τὸν