Ancient Greek
1734
Damascius, De Principiis 1734
Unproofread scanNot analysed yet
πολλὰ ἀπλῶς τούτῳ ἀντιθῶμεν, ἔσται καὶ τῶν πολλῶν τούτων ἀμέθεκτος πρόοδος, οἷον πολλαὶ τινες μετὰ τὴν μίαν πολλότητες. Πῶς δὲ οὐκ ἀνάγκη τῷ ἀπλῶς ἐνὶ ἀντιθεῖναι τὰ ἀπλῶς πολλά; ἀλλ' ἔστω τὰ πολλὰ ταῦτα τοῦ ἑνός οἷον δύναμις ἢ γονιμότης· ἀλλ' ἤδη χωρὶς τέτακται τὰ ἐκεῖ, ὥστε καὶ τὰ πολλὰ ἄλλη ἑνός οἷον πολλοποιός. Καὶ μήποτε ἡ ἑτερότης ἐκείνη ὑμνηθεῖσα