Ancient Greek
1745
Damascius, De Principiis 1745
Unproofread scanNot analysed yet
ἀπλῶς, οὐκ ἐκείνης ὄντα τῆς φύσεως, ἀλλ’ οἷον ἐκείνης εἰκόνας. Ὑπεροῦσιον μὲν γὰρ καὶ τὸ μετεχόμενον, ἀλλ’ ὡς ὑπὲρ τὴν μετέχουσαν αὐτοῦ οὐσίαν τὴν καθ’ ὑπόστασιν ἀντιδιῃρημένην πρὸς τὴν κατ’ ἰδιότητα μόνην ἑνιαίαν οὐσίαν· ὑπερούσιον δὲ καὶ τὸ ἡνωμένον, ἀλλ’ ὑπὲρ ἑκατέραν οὐσίαν τὴν τε κατ’ ἰδιότητα καὶ τὴν ὑπόστασιν· ὑπερούσιον δὲ καὶ τὸ ἕν καὶ τὰ τούτου πολλά, αἱ