Ancient Greek
1749 to 1750
Damascius, De Principiis 1749-1750
Unproofread scanNot analysed yet
ὄντα ἐκείνῳ μὲν τοῦτο ἐκείνης καὶ ὑπόστασιν Εἰ τοίνυν τολμήσαντα χρὴ ἀποφήνασθαι ἅμα μὲν πρὸς ἔνδειξιν ἀκριβεστέραν ἥς λέγομεν περὶ φύσεώς τε καὶ ἀναλογίας, ἅμα δὲ πρὸς ἀποπλήρωσιν τῆς πολυπράγμονος ἡμῶν ὄντως ἐννοίας, εἴποιμι αὐτοῦ ἀπλῶς ἑνὸς καὶ πρώτου τῶν πάντων αἰτίου συγγενὲς ἀποφύεσθαι πλῆθος τὸ ἀμέθεκτον, καὶ ὅτι μάλιστα αὐτῷ παρωμοιωμένον τὸ νοητὸν τῶν Θεῶν γένος, ἐν τῇ ἐκείνου μένον ἐνότητι, καὶ διὰ τοῦτο ἡνωμένον πρὸς ἑαυτό τε καὶ πρὸς ἐκεῖνο, καὶ τὸν κρύφιον διάκοσμον ἡμῖν παρεχόμενον, ἐν οἷς ἀδιάκριτον καὶ ὑπὲρ πᾶσαν κοσμικὴν εὐταξίαν ξίαν τεταγμένον ὑπερκόσμον οἱ Θεοὶ ἀνυμνήκασιν, μεθεκτὸν δὲ οὐκέτι πλῆθος παράγειν· οὐδὲ γὰρ τὸν οὐρανὸν τοῦτον τὸν αἰσθητόν, καίτοι παράγοντα τὸν ὑπουράνιον κόσμον, ὥπως ἀμέθεκτον μὴ παράγειν τὸ τῶν Θεῶν πλῆθος, ἀλλὰ