Ancient Greek
1755
Damascius, De Principiis 1755
Unproofread scanNot analysed yet
διδαχθέντες· ἀλλὰ καὶ Αἰγύπτιοι, ἀλλὰ καὶ Φοίνικες πολλὴν γενεὰν Θεῶν ἐν τῷ νοητῷ παράγουσιν, ὡς μικρὸν ὕστερον ἱστορήσομεν. Τί δέ; ὁ θεῖος Ὀρφεὺς οὐ πολλοὺς Θεοὺς ὑφίστησιν ἀπὸ τοῦ Χρόνου μέχρι τοῦ πρωτογόνου Φάνητος; αὐτὸς δὲ ὁ πολυτίμητος ἡμῖν φιλόσοφος ὁ Πλάτων οὐχὶ τρία συμπεράσματα συμπεραίνεται ἐπὶ τοῦ ἑνὸς ὄντος; ταῦτόν δὲ εἰπεῖν, οὐ τρεῖς νοητὰς παραδίδωσι Θείας τάξεις ἀλλήλων