Ancient Greek
176
Damascius, De Principiis 176
Unproofread scanNot analysed yet
οὐχὶ καὶ ἕκαστος ἑαυτοῦ συναισθάνεται τρανέστερον ἢ ἀμυδρότερον, ἐπιστρεφομένου πρὸς ἑαυτὸν ἐν ἐπιμελείαις τε καὶ ζητήσεσιν ἑαυτοῦ καὶ ἐπιστάσεσιν ἑαυτοῦ ζωτικαῖς τε καὶ γνωστικαῖς; ἡ γὰρ ταῦτα δυναμένη οὐσία, λογισμῷ καὶ τὰ καθόλου συναιροῦσα, λογικὴ ἂν εἴη δικαίως. Ἀλλὰ δὴ καὶ ἡ ἄλογος εἰ καὶ ταῦτα μὴ φαίνοιτο διεξιοῦσα καὶ λογιζομένη πρὸς ἑαυτήν, ἀλλ’ ὅμως ἐκίνει τὰ σώματα ἀπὸ