Ancient Greek
1772
Damascius, De Principiis 1772
Unproofread scanNot analysed yet
νοῦς ἕν, ἐξῆπλαι δὲ τις αὐτοῦ οὐσία, καὶ ταῦτα ἑτερότητι κεχώρισται ἀλλήλων, φανερόν τε τὸ πρὸ ἀμφοῖν ἠνωμένον, εἰ μεταξὺ τῆς τριάδος ἐμπεσεῖται, καὶ διασπάσει αὐτήν· ἢ πρὸ τῆς τριάδος ἐσται, καὶ τῆς πρώτης λέγω· καὶ τὰς τριάδας οὐκέτι μετὰ τὴν μίαν ἀρχὴν τάξομεν, ὡς καὶ αὐτοὶ βούλονται λέγειν, καὶ τὰ λόγια μαρτύρονται, οὐχ οἱ νεώτεροι μόνοι, ἀλλὰ καὶ Ἰάμβλιχος