Ancient Greek
1781
Damascius, De Principiis 1781
Unproofread scanNot analysed yet
ἕν ἔστι καὶ τριπλοῦν, χαλεπὸν καὶ πλάσαι· ἀλλὰ καὶ τὸ ἡνωμένον εἴ τις ποιήσει μονάδας, διεσπασμένον ἔσται ἀφ' ἑαυτοῦ· καὶ τρεῖς γὰρ αἱ δυνάμεις, καὶ τρεῖς οἱ πατέρες. Χωρὶς δὲ τούτων, ἡ πρώτη καὶ ἡ δευτέρα καὶ ἡ τρίτη πῶς ταχθήσονται; ἔστι γὰρ μετὰ τῆς ὅλης τριάδος καὶ τὸ ἡνωμένον πρὸ τοῦ δευτέρου καὶ τρίτου πατρός. Πῶς δὲ ἂν τις