Ancient Greek
1784
Damascius, De Principiis 1784
Unproofread scanNot analysed yet
κατὰ τὴν οὐσίαν ἣν καθ’ ὑπόστασιν λέγομεν οὐσίαν· ὁ ἄρα κατὰ τὸ ἡνωμένον τὸ πρὸ τῆς οὐσίας καὶ τῆς ζωῆς καὶ τοῦ νοῦ οὐκ ἂν εἴη νοητός, ἀλλ’ ὑπὲρ τὸν νοητόν. Τίς οὖν ἂν ἐκεῖνος εἴη κεκλημένος; ἀλλ’ ἵσως ὁ ἀπλῶς κόσμος καὶ ἀδιάφορος καὶ τοὺς ἄλλους κοινῇ συνελῶν. Ἄλλ’ εἰ καὶ τοῦτο δοίη τις, ὁ νοητὸς τίς ἂν εἴη;