Ancient Greek
1786
Damascius, De Principiis 1786
Unproofread scanNot analysed yet
εἰ καὶ ταῦτα ἀφή τις, ἐκεῖνο πῶς, ἐροῦμεν, τὸ νοητὸν καὶ νοερὸν ὁριοῦμεν καὶ μέχρι τίνος; Ὁ μὲν γὰρ καθαρὸς νοῦς ὅστις ἐστὶ φανερόν, καὶ ὅτι ἀπ’ αὐτοῦ ἄρχεται τὰ νοερά· λείπεται ἄρα τὸν συνοχικὸν διάκοσμον ἅμα τῷ τελεταρχικῷ ποιεῖν τὸν μέσον. Καὶ τίς ἡ τοῦ μέσου τριάς; ἣ οἱ μὲν τελετάρχαι συνείληπται τοῖς συνοχεῦσι, κατὰ τὸ λόγιον· αὐτοὶ δὲ