Ancient Greek
1792
Damascius, De Principiis 1792
Unproofread scanNot analysed yet
ἐκείνη δὲ συνεχίζουσα καὶ σφίγγουσα πρὸς ἐν πρῶτα καὶ μέσα καὶ τελευταῖα. Τάχα μὲν οὖν, ὅπερ ἔφην, καὶ οὕτως ἂν τις διατάξαιτο τοιούτοις λογισμοῖς κεχρημένος. Ἐγὼ δὲ εὐλαβοῦμαι παραχαράττειν τὴν πάτριον ὑπόθεσιν, οὐ μόνον ἀνθρώπων ἀρέσασαν τοῖς κλεινοτάτοις (οὐδεὶς γὰρ ἄχρι τοῦδε ὑπέθετο τῶν φιλοσόφων), ἀλλὰ καὶ τοῖς θεοῖς αὐτοῖς. Ὁ τε γὰρ Ἑλλήνων θεολόγος Ὀρφεὺς πρῶτον ἐποίησε τὸν Φάνητα