Ancient Greek
1823
Damascius, De Principiis 1823
Unproofread scanNot analysed yet
ἡμῖν λέγουσιν· ἐν γὰρ τῇ ζωῇ τὸ διακρίνεσθαι ἄρχεται· εἰ δὲ ὡς τὸ μὲν ὄχουν, τὸ δὲ ὄχούμενον, πάντως διακέκριται ἀπ’ ἀλλήλων· τοῦτο δὲ νοῦ ἴδιον· καὶ αὐτοὶ ὁμολογοῦσι τὴν εἰς ἑαυτὸν δήπου ἐπιστροφὴν τοῦ νοῦ θάμα ἀνυμνοῦντες· ἢ δὲ ἐπιστροφὴ γίνεται ἢ εἰς ἑαυτὸν μετὰ τῆς ἀπὸ τῶν ἄλλων διακρίσεώς τε καὶ ἐτερότητος. Εἰ ἄρα νοῦ διοίσει τι ἢ