Ancient Greek
1827 to 1828
Damascius, De Principiis 1827-1828
Unproofread scanNot analysed yet
ἀδιάκριτον Β μόνον καὶ νοῦν αὐ καὶ ζωήν καὶ οὐσίαν. Καὶ τὸ ζῶον ὁριζόμενοι, οὐσίαν φαμέν ζῶσαν καὶ νοοῦσαν, ὡς ἄλλο μὲν οὖσαν τὴν οὐσίαν, ἄλλο δὲ τὴν ζωήν, ἄλλο δὲ τὴν γνῶσιν· καὶ οὐδαμοῦ τὸ ἓν ἕκαστον ἐνταῦθα, ἀλλὰ καὶ ἐκεῖνο τριχῇ κατὰ ταῦτα διαιροῦμεν, νοῦν ὑπερούσιον καὶ ζωήν ὁμοίως καὶ οὐσίαν ὀνομάζοντες, ὡς οὖσαν τὴν οὐσίαν ἑκατέρωθι τῷ τε ἕνι καὶ τῷ ὄντι. Πῶς οὖν βιαζόμεθα νῦν τῷ λόγῳ τιθέντες οὐσίαν εἶναι μόνην τὴν ἀδιάκριτον ἓν ὅς τε καὶ ὄντος; ἢ πολλαχῶς ἕκαστον τούτων λέγεται, καὶ πανταχοῦ τὴν αὐτὴν ἀναλογίαν σῴζει πρὸς ἄλληλα· ἢ μὲν γὰρ ἐσχάτη οὐσία, τὸ ἄψυχον εἶδος ἔστιν ἀκίνητον καθ' αὑτό· εἰ δὲ καὶ τοῦτο κινοῖτο φυσικῶς, ζωή τις αὐτῷ γίνεται καὶ