Ancient Greek
1834
Damascius, De Principiis 1834
Unproofread scanNot analysed yet
ζωήν οὐδὲ πρὸς νοῦν διακριθεῖσα, οὐδὲ πρὸς ἄλλο τι τῶν ἀπ’ αὐτῆς προελθόντων· οὐδὲ γὰρ ἡ ζωὴ διακέκριται ἀπὸ τῶν μετ’ αὐτήν, ἀλλ’ οὕτως ἔχει καὶ πρὸς ταῦτα ἑκάτερα, ὡς τὴν μὲν ζωὴν διακρίνεσθαι μόνον, τὴν δὲ οὐσίαν ἐν τῷ ἀδιακρίτῳ μένουσαν αὐτῷ τούτῳ μόνῳ τῶν μενόντων διενεγκεῖν. Ταῦτα μὲν οὖν διώρισται σοι καὶ πρότερον. Τὰ δὲ νῦν πρὸς τὴν