Ancient Greek
1846
Damascius, De Principiis 1846
Unproofread scanNot analysed yet
τῶν εἰδῶν, οἷον τῇ τριάδι, οὐδέ γε ὁ πᾶσιν ὁμοῦ τοῖς εἴδεσι· τοῦ γὰρ διακεκριμένου ἑνὸς τοῦτό ἐστιν, ὥστε οὐδὲ ὁ τοῦ διακρινομένου ἐστὶν εἴη ἂν τῆς ἀδιακρίτου τριάδος τὸ ἓν. Ἀλλὰ σημαίνει πάλιν ἡ τριάς τοῦ ἡνωμένου τὴν ἀρχὴν καὶ τὸ μέσον καὶ τὴν τελευταίαν, ἀλλ’ ἡνωμένα καὶ ταῦτα. Ἔτι δὲ τὸ μὲν ἓν ἀπλῶς οὐκ ἦν ἀριθμητικόν, ἀλλ’