Ancient Greek
1855
Damascius, De Principiis 1855
Unproofread scanNot analysed yet
τοῖς στοιχείοις ἐπιγιγνόμενον εἶδος ἀξιοῦμεν θεωρεῖν, ἀνα|γομένους ἐπ᾿ αὐτὸ ἀπὸ τῶν στοιχείων, οὕτω καὶ ἐνταῦθα πολλῷ μείζονας ἀφετέον τὰ διωρισμένα ἰδιώματα, καὶ ἀνακτέον ἐπὶ μίαν φύσιν ἀπλῆν, ἀφ' ἧς ὁ τούτων μερισμὸς κατωτέρω μερίζεται. Τὸ οὖν κοινὸν τῶν τριῶν ὡς τριάδος νοείσθω κατὰ τὸ ἕν τῆς τριάδος, οὐ τῆς ἀριθμητικῆς, ἀλλ' ἐκείνης ὅλης, ἣν ἀρτίως ὑπεσχησάμεθα τῷ λόγῳ τριάδα