Ancient Greek
1859
Damascius, De Principiis 1859
Unproofread scanNot analysed yet
ἓν καὶ μέγιστον ὄμμα ἀνοίξαντες τῆς ψυχῆς, ᾧ καθορᾶται διακρινόμενον οὐδέν· οὐδὲ γὰρ αὐτὸ τῷ ὄντι τὸ ἓν, μόνον δὲ τὸ ἡνωμένον, οὐδὲ τοῦτο ὅπερ ἀντίκειται τῷ διακρινομένῳ, ἀλλ’ ὅ καὶ τοῦτο συνήρκεν· τοιούτῳ οὖν ὄμματι ἐκεῖσε βλέποντες εἰ καὶ πόρρωθεν καὶ οἷον ἀπὸ τῶν ἐσχάτων ὅμως ὀψώμεθα τὸ νοητόν, ὅ τι δή ἐστι πάντη ἀδιάκριτον καὶ πάντη ἀνάριθμον, πλὴν