Ancient Greek
186
Damascius, De Principiis 186
Unproofread scanNot analysed yet
σκέπαρνον καὶ πᾶν ὅ τι ἂν ἢ δυνάμενον ἐνεργεῖν· ἀεὶ γὰρ ἀπὸ τῆς οὐσίας ἡ ἴδιος ἐνέργεια πρόεισιν· τοῦτο μὲν τοίνυν οὐκ ἂν ἔχοι λόγον οὕτω λεγόμενον. Μήποτε δὲ ἐπεὶ ἐν ὑποκειμένῳ ὑπόκειται εἶναι τὸ τοιοῦτον εἶδος, οὐ καθ' αὐτὸ ληπτέον αὐτὸ ὡς ἐνεργοῦν, ἀλλὰ μετὰ τοῦ ὑποκειμένου ἐν ᾧ ἐστιν· ὡς γὰρ ἐστιν, οὕτω καὶ ἐνεργεῖ. Καθάπερ ἄρα τὸ