Ancient Greek
1866
Damascius, De Principiis 1866
Unproofread scanNot analysed yet
μονάδες οὐκ εἰσὶν ἀδιάφοροι πρὸς τὰς τῶν ἄλλων, ἀλλ’ αἱ μὲν τῆς τριάδος τριαδικαὶ πως, αἱ δὲ τῆς τετράδος τετραδικαί. Εἰ τις, ὅπερ ἔφην, καὶ τῆς παμμεγέθους ἐκείνης τριάδος τοιαύτας ὑπολάβοι τὰς μονάδας, ὡς εἶναι καὶ ταύτας οὐχ ἀπλῶς μονάδας, ἀλλὰ τριάδος μονάδας ἰδιοτρόπους, τάχα ἂν ἐν τῷ ἐνὶ τῷ τῆς τριάδος ἐκείνης περιλάβοι καὶ τὴν ὅλην τοῦ νοητοῦ πρόοδον