Ancient Greek
1868
Damascius, De Principiis 1868
Unproofread scanNot analysed yet
ὅλος μὲν ὁ πατὴρ ὅλῳ τῷ νῷ συνταχθήσεται διὰ μέσης ὅλης τῆς δυνάμεως, ὁ εἰς διὰ μιᾶς τῷ ἐνί, πάλιν δὲ ὁ τριπλοῦς τῷ τριπλῷ διὰ τῆς τριπλῆς. Οὐδὲ δὴ τὸ ἡνωμένον διασπασθήσεται ἀφ' ἑαυτοῦ εἰς τρεῖς μονάδας· μένει γὰρ ἡνωμένον ὡσαύτως, καὶ εἰ προφήνειεν ἐν ἑαυτῷ τὸ τριαδικὸν ἡνωμένον, πολλῷ μειζόνως τὸ ἐν μείνειεν τριοῦχον, καὶ ἡ δύναμις